Esopo 284

Ὀρνιθοθήρας καὶ κορύδαλος.

Ὀρνιθοθήρας πτηνοῖς πάγην ἵστη. Κορύδαλος δὲ αὐτὸν θεασάμενος ἤρετο τί ποιεῖ. Τοῦ δὲ εἰπόντος πόλιν κτίζειν καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθε, καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. Τοῦ δὲ ὀρνιθοθήρα προσδραμόντος καὶ συλλαβόντος αὐτόν, ἔφη· ” Ὦ οὗτος, ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις.”

Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν.

Referência do texto grego (Chambry 284.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.459-460. 

Deixe um comentário