Esopo 258

Παῖς λουόμενος.

Παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. ᾿Ιδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει. Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. Τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν· ” Ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ.”

Ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ ἑαυτῶν διδόντας ἀδικεῖσθαι.

Referência do texto grego (Chambry 298.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.484.

Deixe um comentário