Esopo 299

Ψιττακὸς καὶ γαλῆ.

Ψιττακόν τις ἀγοράσας ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι. Ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπινὸν ἐκεκράγει. Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ τίς τέ ἐστι καὶ πόθεν ἦλθεν. Ὁ δὲ εἶπεν· ” Ὁ δεσπότης με νεωστὶ ἐπρίατο.” − “Οὐκοῦν, ἱταμώτατε ζῴων”, ἔφη, “πρόσφατος ὢν τοιαῦτα βοᾶς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ’ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με.”  Ὁ δὲ ἀπεκρίνατο λέγων· “Οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ.” 

Πρὸς ἄνδρα πονηροψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος.

Referência do texto grego (Chambry 356.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.560-561.

Deixe um comentário