Πέρδιξ καὶ ἄνθρωπος.
Πέρδικά τις θηρεύσας ἤμελλε σφάξαι. Ἡ δὲ ἱκέτευε λέγουσα· ” Ἔασόν με ζῆν καὶ ἀντ’ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω.” Ὁ δὲ εἶπεν· “Δι’ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις.”
Ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.
Referência do texto grego (Chambry 301.4)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.489.