Λύκος καὶ ὄνος.
Λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνηγήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν. Ὄνος δὲ παρελθὼν τὴν χαίτην σείσας ἔφη· ” Ἐκ φρενὸς λύκου καλὴ γνώμη· ἀλλὰ πῶς σὺ τὴν χθεσινὴν ἄγραν τῇ κοίτῃ ἐναπέθου; Ἄγε ταύτην εἰς μέσον ἀπομερίσας.” Ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους ἀνέλυσεν.
Ὅτι αὐτοὶ οἱ τοὺς νόμους δικαίως ὁρίζειν δοκοῦντες καὶ ἐν οἷς ὁρίζουσιν καὶ δικάζουσιν οὐκ ἐμμένουσιν.
Referência do texto grego (Chambry 229.2)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.372.