Esopo 235

Λύκος καὶ λέων.

Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. Λέων δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρὸβατον. Ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν· ” Ἀδίκως ἀφείλου τὸ ἐμόν.”  Ὁ δὲ λέων γελάσας ἔφη· “Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη;”

[ Ὅτι ] ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει.

Referência do texto grego (Chambry 228.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.370. 

Deixe um comentário