Esopo 211

Λέων ⟨λυσσῶν⟩ καὶ ἔλαφος.

Λέων ἐλύσσα. Τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν· “Οὐαὶ ἡμῖν τοῖς ταλαι πώροις · τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός ;”

Ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαβόντας καὶ δυναστεύσαντας.

Referência do texto grego (Chambry 213.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.353. 

Deixe um comentário