Κορώνη καὶ κύων.
Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ’ ἑστίασιν ἐκάλεσεν. Ὁ δὲ ἔφη πρὸς αὐτήν· “Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι.” Καὶ ἡ κορώνη ἀπεκρίνατο· “Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ.”
Οὕτω πολλοὶ διὰ φόβον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.
Referência do texto grego (Chambry 172.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.293.