Μόσχος καὶ ἔλαφος.
Μόσχος πρὸς τὴν ἔλαφον εἶπεν· ” Σὺ καὶ μεγέθει μείζων εἶ κυνῶν καὶ ταχυτῆτι διαφέρεις καὶ κέρατα πρὸς ἄμυναν ἔχεις. Τί δέ οὖν τουσοῦτον φοβῇ τοὺς κύνας ;” Καὶ ἡ ἔλαφος ἔφη· ” Ὅτι μὲν ταῦτα πάντα ἔχω, οἶδα· ὑλακῆς δὲ εἰ ἀκούσω, τὸν λογισμὸν σκοτοῦμαι καὶ ὅλη τῆς φυγῆς γίνομαι.”
Ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία λόγου παραίνεσις ἐπιρρώννυσι, κἂν καὶ εὐμήκεις καὶ στερεοὶ τῷ σώματι φαίνωνται.
Referência do texto grego (Chambry 238.3)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.386.