Ὁδοιπόροι καὶ πέλεκυς.
Δύο ἐν ταὐτῷ ὡδοιπόρουν. Ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν· “Εὑρήκαμεν.” Ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν “Εὑρήκαμεν”, ἀλλ’ “Εὕρηκας.” Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· ” Ἀπολώλαμεν.” Ἐκεῖνος δὲ ἔφη· “Μὴ ἀπολώλαμεν εἴπῃς, ἀλλ’ ἀπολώλα· οὐδὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω.”
Ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.
Referência do texto grego (Chambry 257.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.424.