Esopo 339

Ποταμὸς καὶ βύρσα.

Ποταμὸς δι’ αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε· “Τίς καλῇ;” Τῆς δὲ εἰπούσης · “Σκληρὰ καλοῦμαι”, ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν· ” Ἄλλο τι ζητεῖ καλεῖσθαι· ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω.” 

Ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου.

Referência do texto grego (Chambry 321)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.515.

Deixe um comentário