Esopo 337

Πλούσιος καὶ θρηνῳδοί.

Πλούσιος δύο θυγατέρας ἔχων, τῆς ἑτέρας ἀποθανούσης, τὰς θρηνούσας ἐμισθώσατο. Τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· ” Ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν,” ἐκείνη ὑποτυχοῦσα εἶπεν· ” Ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν.”

Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαθεῖν.

Referência do texto grego (Chambry 311.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.501-502.

Deixe um comentário