Esopo 318

Νεανίσκος καὶ γραῦς.

νεανίσκος τις ὁδοιπορῶν ἐν ἡμέρᾳ καύσωνος ἐντυγχάνει γυναικί τινι γραΐδι, ἥτις καὶ αὐτὴ τὴν αὐτὴν ὁδὸν τῷ νεανίσκῳ συνεπορεύετο. ὁρῶν δὲ αὐτὴν ἐκεῖνος τῷ τε καύσωνι καὶ τῷ τῆς ὁδοιπορίας καμάτῳ δεινῶς ἰλιγγιῶσαν κατῴκτειρε τῆς ἀσθενείας καὶ μηκέτι ἐξισχύουσαν ὅλως πορεύεσθαι ἄρας ταύτην τῆς γῆς ἐπὶ τῶν νώτων αὐτοῦ διεβάσταζεν. ταύτην δὲ ἐπιφερόμενος λογισμοῖς τισιν αἰσχρᾶς ἐπιθυμίας δεινῶς ἐταράττετο, ὑφ’ ὧν καὶ πρὸς οἶστρον ἀκολασίας καὶ σφοδρὸν ἔρωτα ὁ αὐτοῦ ἤρθη φαλλός. εὐθὺς δὲ τῇ γῇ καταθεὶς τὴν γραΐδα ταύτῃ ἀκολάστως συνεγίνετο. ἡ δὲ πρὸς αὐτὸν ἁπλοϊκῶς ἔλεγε· «τί ἐστιν, ὃ ἐπ’ ἐμοῦ ἐργάζῃ;» ὁ δὲ αὐτῇ ἔφη ὡς «βαρεῖα πέφυκας καὶ τούτου χάριν ἀπογλύψαι σου τῆς σαρκὸς διανενόημαι». καὶ ταῦτα εἰπὼν καὶ εἰς τέλος αὐτὴν συμφθαρεῖσαν πάλιν τῆς γῆς ἐξάρας αὐτὴν ἐπὶ τῶν ἑαυτοῦ νώτων ἐπέθετο. καὶ μῆκος ὁδοῦ τινος διελάσαντος αὐτοῦ ἔφη πρὸς αὐτὸν ἡ γραῦς · «εἰ ἔτι σοι βαρεῖα καὶ ἐπαχθὴς πέφυκα, πάλιν με καταγαγὼν πλέον ἐξ ἐμοῦ ἀπόγλυψον».

ὁ μῦθος δηλοῖ, ὡς τῶν ἀνθρώπων τινὲς τὴν ἰδίαν πληροῦντες ἐπιθυμίαν προφασίζονται, ὡς ἐξ ἀγνοίας τὸ γεγονὸς διεπράξαντο, δόξαντες δῆθεν μὴ ἐκεῖνο, ἀλλ’ ἕτερόν τι τῶν δεόντων μᾶλλον πεποιηκέναι.

Referência do texto grego: Sintipas (54)
Disponível em https://www.greek-language.gr/digitalResources/ancient_greek/library/browse.html?text_id=75&page=71 (fábula 345)
Acesso em 17 jun 2023.

Deixe um comentário