Ποιμὴν λύκον εἰς μάνδραν εἰσάγων καὶ κύων.
Μάνδρας ἔσω πρόβατα ποιμὴν εἰσάγων
μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι,
εἰ μὴ ὁ κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν·
“Πῶς τὰ πρόβατα τῆς ποίμνης θέλων σῶσαι
τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ;”
Ὅτι μεγίστην βλάβην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις.
Referência do texto grego (Chambry 318.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.510.