Esopo 253

Παιδίον ἐσθίον σπλάγχνα.

Βοῦν τινες ἐπ’ ἀγρῷ θύσαντες, τοὺς συγγενεῖς ἐκάλεσαν· ἐν δὲ τούτοις ἦν τις καὶ γυνὴ πενιχρὰ, μεθ’ ἧς καὶ ὁ παῖς εἰσῆλθε. Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχνων καὶ τοῦ  οἴνου, [ἐπειδὴ προειστιᾶτο,]  καὶ διαβασανιζόμενον, ἔλεγεν· ” Ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα.”  Ἡ  δὲ εἶπεν· “Οὐχὶ τὰ σὰ, τέκνον, ἃ δὲ κατέφαγες.”

Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται, ὡς οἴκοθεν προιέμενος.

Referência do texto grego (Chambry 293.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.472-473.

Deixe um comentário