⟨Περὶ οἰκοδεσπότου⟩.
Οἰκοδεσπότης τίς ποτε πλέων εἰς θάλασσαν ἐκοπία ὑπὸ χειμῶνα, καὶ οἱ ναῦται ἀσθενέστερον ὑπηρέτουν διὰ τὸν χειμῶνα· οἷς ὁ ἄνθρωπος εἶπεν˙ “Ὑμεῖς, φησίν, εἰ μὴ τοῦτο τὸ πλοῖον ταχύτερον ἄγετε, λίθοις ὑμᾶς κατα<βα>λῶ”. Τότε εἷς ἐξ αὐτῶν εἶπεν˙ ” Ὤφελον γάρ <ἐν> ἐκείνῳ τῷ τόπῳ ἦμεν, ὅπου λίθοι συλλεγῆναι δύνανται.”
Τούτῳ οὖν ὁμοῖα τὰς ψυχὰς ἡμῶν βαστάζειν ὀφείλομεν τὰς κουφοτέρας ζημίας, ἵνα τὰς βαρυτέρας ἐκφύγωμεν.
Referência do texto grego: Pseudo-Dositeu, 4
Disponível, com correções incidentais, em https://digiliblt.uniupo.it/xtf/view?docId=dlt000160/dlt000160.xml;chunk.id=d1542e9899;toc.depth=1;toc.id=d1542e9650;brand=default
Acesso em 17 jun 2023