Esopo 247

Πίθηκος καὶ ἁλιεῖς.

Πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετηρεῖτο τὰ ὑπ’ αὐτῶν πραττόμενα. Ὡς δὴ ἐκείνων τὴν σαγήνην ἀνασπάσαντες,  μικρὸν ἄποθεν ἠρίστων, ὁ πίθηκος καταβὰς ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον. Ἐφαψάμενος δὲ τῶν δικτύων, ὡς συνελήφθη,  ἔφη πρὸς ἑαυτόν· ” Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν;”

Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστιν.

Referência do texto grego (Chambry 305.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.493.

Deixe um comentário