Esopo 237

Λύκος ⟨διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶς⟩ καὶ λέων. 

Λύκος πλανώμενος ποτ’ ἐν ἐρήμοις τόποις,

κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος,

δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη·

“Λέοντ’ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν;

πλέθρου τ’ ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς

πάντων δυνάστης ἀθρόων γενήσομαι;”

Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων

ἑλὼν κατήσθι’· ὁ δ’ ἐβόησε μετανοῶν·

“Οἴησις ἡμῖν πημάτων παραιτία.”

Referência do texto grego (Chambry 220)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.359. 

Deixe um comentário