Λύχνος.
Μεθύων λύχνος ἐλαίῳ καὶ φέγγων ἐκαυχᾶτο ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. Ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· ” Φαῖνει, λύχνε, καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει.”
Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει.
Referência do texto grego (Chambry 233)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.376-377.