Esopo 189

Κλέπτης καὶ Πανδοχεύς. 

Κλέπτης κατέλυσεν ἔν τινι πανδοχείῳ· διέμενεν δὲ ἐκεῖ ἡμέρας τινὰς προσδοκῶν κλέψαι τι. Ὡς δὲ οὐκ ἐδύνατο τοῦτο ποιῆσαι, μιᾷ τῶν ἡμερῶν ἰδὼν τὸν πανδοχέα ἐνδυθέντα χιτῶνα ὡραῖον καὶ καινὸν (ἦν γὰρ ἑορτὴ), καὶ καθεζόμενον πρὸ τῆς πύλης τοῦ πανδοχείου, καὶ οὐδένα ἄλλον τυχόντα ἐκεῖ, ἐπελθὼν καὶ ὁ κλέπτης ἐκάθισεν πλησίον τοῦ πανδοχέως, καὶ ἤρξατο διηγεῖσθαι μετ’ αὐτοῦ. Καὶ διηγούμενοι ὥραν ἱκανήν, ἐχασμήσατο ὁ κλέπτης, καὶ ὁμοῦ μετὰ τοῦ χασμᾶσθαι ὠρυᾶτο ὥσπερ λύκος. Ὁ δὲ πανδοχεύς φησι πρὸς αὐτόν· ” τί οὕτως ποιεῖς; ” Καὶ ὁ κλέπτης ἀπεκρίθη·  “νῦν ἀναγγελῶ σοι·  ἀλλὰ δέομαί σου, ἵνα φυλάξῃς τὰ ἱμάτιά μου· ἐνταῦθα γὰρ καταλείψω. Ἐγὼ, κύριέ μου, οὐκ οἶδα, πόθεν μοι ἐπέρχεται τὸ χασμᾶσθαι οὕτως, ἢ διὰ τὰς ἁμαρτίας μου, ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκω· ὅταν οὖν χασμηθῶ τρεῖς βολὰς, γίνομαι λύκος ἐσθίων ἀνθρώπους.” Καὶ ταῦτα εἰπὼν ἐχασμήσατο ἐκ δευτέρου, καὶ πάλιν ὠρυᾶτο, καθάπερ καὶ τὸ πρῶτον. Ἀκούσας οὖν ταῦτα ὁ πανδοχεὺς καὶ πιστεύσας τῷ κλέπτῃ ἐφοβήθη, καὶ ἀναστὰς ἠβούλετο φυγεῖν· ὁ δὲ κλέπτης δραξάμενος αὐτὸν τοῦ χιτῶνος, παρεκάλει αὐτὸν λέγων· “ἀνάμεινον, κύριέ μου, καὶ λαβὲ τὰ ἱμάτιά μου, ἵνα μὴ ἀπολέσω αὐτά.” Καὶ παρακαλῶν αὐτὸν, ἀνοίξας τὸ στόμα αὑτοῦ ἤρξατο χασμᾶσθαι ἐκ τρίτου. Ὁ δὲ πανδοχεὺς φοβηθεὶς, μήπως φάγῃ αὐτὸν, κατέλιπε τὸν ἑαυτοῦ χιτῶνα, καὶ εἰσελθὼν δρομαῖος εἰς τὸ πανδοχεῖον, κατησφαλίσατο εἰς τὸ ἐνδότερον. Καὶ ὁ κλέπτης λαβὼν τὸν χιτῶνα ἀπῆλθεν.

Οὕτω πανθάνουσιν οἱ τὰ μὴ ἀληθῆ πιστεύοντες.

Nota: ὥραν ἱκανήνconforme Perry (419), que considera ὥρᾳ ἱκανῇ (Halm) falsa lectio (p.486).

Referência do texto grego (Halm 196):
HALM, Karl (ed.). Aisōpeiōn mythōn synagōgē / Fabulae Aesopicae Collectae. Leipzig: Teubner, 1872, p. 97-98.  Edição digital disponível na Perseus Digital Library, com correções incidentais. URL: https://cts.perseids.org/read/greekLit/tlg0096/tlg002/First1K-grc1. Acesso em 24.apr.2023.

Deixe um comentário