Κηπουρὸς καὶ κύων.
Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. Ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. Οἰηθεὶς δ’ ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. Ὁ δὲ μετ’ ἀδύνης ἐπανιών· “Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτοχεῖρα σῶσαι ἐσπούδασα;”
Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.
Referência do texto grego (Chambry 156.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.273.