Ἀνὴρ, ἵππος καὶ πῶλος
Ἀνήρ τις ἐπωχεῖτο ἵππῳ τινὶ θηλείᾳ ἐγκύῳ ὑπαρκούσῃ· καὶ ὁδοιποροῦντος αὐτοῦ ἡ ἵππος πῶλον ἀπέτεκεν. Ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος, καὶ ταχέως ἰλιγγιάσας, πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν “Ἰδού, ὁρᾷς με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε δέ, ὡς εἰ ἐνταῦθά με καταλίπῃς, αὐθωρὸν διαφθείρομαι, εἰ δ’ ἐντεῦθεν ἄρῃς με καὶ ἀπαγάγῃς ἐν οἴκῳ καὶ ἀνατραφῆναι ποιήσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί μοι ποιήσω σε.”
Ὁ μῦθος δηλοῖ ὡς ἐκείνους χρὴ εὐεργετεῖν, ὑφ’ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιΐας ἐλπίζεται.
Referência do texto grego (Coraes 383 p. 245):
KORAES, Adamantios. Mython Aisopeion synagogé. En Parisiois, ek tes tipographias I.M.Eberartou. 1810. Edição digital disponível em https://babel.hathitrust.org/cgi/pt?id=mdp.39015066969307&view=1up&seq=1. Acesso em 24 may 2023.