⟨Περὶ κορώνης ⟩.
Κορώνη διψῶσα προσῆλθεν ἐπὶ ὑδρίαν καὶ ταύτην ἐβιάζετο ἀνατρέψαι, ἀλλ’ ὅτι ἰσχυρῶς ⟨εἰ⟩στήκει, οὐκ ἠδύνατο αὐτὴν καταβάλλειν, ἀλλὰ μεθόδῳ ἐπέτυχεν, ὃ ἠθέλησεν. Ἔπεμπε γὰρ ψήφους εἰς τὴν ὑδρίαν καὶ τούτων τὸ πλῆθος ἀπὸ κάτωθεν τὸ ὕδωρ ἄνω ὑπερέχεεν˙ καὶ οὕτως ἡ κορώνη τὴν ἰδίαν δίψαν κατέπαυσεν.
Οὕτως οὖν φρόνησις ἀνδροτῆτα πλανᾷ.
Referência do texto grego: Pseudo-Dositeu, 8
Disponível, com correções incidentais, em https://digiliblt.uniupo.it/xtf/view?docId=dlt000160/dlt000160.xml;chunk.id=d1542e9899;toc.depth=1;toc.id=d1542e9650;brand=default
Acesso em 17 jun 2023