Esopo 110

Κόραξ νοσῶν.

Κόραξ νοσῶν ἔφη τῇ μητρί· “Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει.” Ἡ δ’ ὑπολαβοῦσα ἔφη· “Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη;”

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.

Referência do texto grego (Chambry 169.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.289. 

Deixe um comentário