Τέττιξ καὶ μύρμηκες.
Χειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον. Τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· “Διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν;” Ὁ δὲ εἶπεν· “Οὐκ ἐσχόλαζον, ἀλλ’ ᾖδον μουσικῶς.” Οἱ δὲ γελάσαντες εἶπον· ” Ἀλλ’ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.”
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.
Referência do texto grego (Chambry 336.3)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.534.