Esopo 55

Ἔριφος καὶ λύκος ⟨αὐλῶν⟩.

Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· “Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλʼ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι.” Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· “Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητῇ μὴ μιμεῖσθαι.”

Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.

Referência do texto grego (Chambry 108.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.215. Edição digital disponível na Perseus Digital Library, com correções incidentais. DOI: https://doi.org/10.5281/zenodo.5090923. Acesso em 24.apr.2023.

Deixe um comentário