Esopo 39

Ὄνος καὶ ὀνηλάτης.

Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο. Μέλλοντος δὲ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς, ἐπειρᾶτο μεταπεριάγειν αὐτόν. Τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· ” Νίκα· κακὴν γὰρ νίκην νικᾶς.”

Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.

Referência do texto grego (Chambry 278.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.452. 

Deixe um comentário