Esopo 72

Κύων καὶ κόχλος.

Ὤα τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνας τὸ στόμα αὐτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνώμενος ἔλεγε· “Δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα.”

Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.

Referência do texto grego (Chambry 182)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.305-306. 

Esopo 73

Κύων καὶ Λύκαινα 

Κύων, καταδιώκων λύκαιναν, ἐφρυάττετο τῇ τε τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον διʼ οἰκείαν δῆθεν ἀσθένειαν. Στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα· “οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν.”

Ὁ μῦθος οὗτος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέρων γενναιότητι.

Referência do texto grego (Halm 230):
HALM, Karl (ed.). Aisōpeiōn mythōn synagōgē / Fabulae Aesopicae Collectae. Leipzig: Teubner, 1872, p. 112.  Edição digital disponível na Perseus Digital Library, com correções incidentais. URL: https://cts.perseids.org/read/greekLit/tlg0096/tlg002/First1K-grc1. Acesso em 24.apr.2023.

Esopo 74

Κύων ⟨λέοντα διώκων⟩ καὶ ἀλώπηξ.

Κύων θηρευτικὸς λέοντα ἰδών, τοῦτον ἐδίωκεν. Ὡς δὲ ἐπιστραφεὶς ὁ λέων ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· ” Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας ;”

Ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.

Referência do texto grego (Chambry 188.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.314-315. 

Esopo 75

Κύων κωδωνοφορῶν.

Λάθρᾳ κύων ἔδακνε. Τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσι. Οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. Γραῦς δὲ κύων εἶπεν αὐτῷ· “Τί φαντάζῃ; οὐ δι’ ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ δι’ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας.”

Ὅτι οἱ τῶν ἀλαζόνων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν.

Referência do texto grego (Chambry 187.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.313-314. 

Esopo 76

Κύων καὶ ἀλέκτωρ καὶ ἀλώπηξ.

Κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. Τῆς δὲ νυκτὸς καταλαβούσης, ἐν τόπῳ ἀλσώδει ἐλθόντες, ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναβὰς ἐν τοῖς κλάδοις ἐκάθισεν· ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε, καὶ τῆς νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαβούσης, ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. Ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταθοινήσασθαι, ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐβόα πρὸς αὐτόν· ” Ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις · κατάβηθι δὲ ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι.”  Ὁ δὲ ἀλέκτωρ ὑπολαβὼν ἔφη αὐτῇ· ” Ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον.” Τῆς δὲ ἀλώπεκος ἀπελθούσης τοῦ φωνῆσαι αὐτόν, ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος, διεσπάραξεν αὐτήν.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθῃ, ῥᾴδίως πρὸς αὐτὸ ἀντιπαρατάσσονται.

Referência do texto grego (Chambry 181.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.304-305. 

Esopo 77

Κάμηλος ὀρχουμένη.

Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν· ” Ἀλλ’ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα.”

Ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι.

Referência do texto grego (Chambry 148.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.264. 

Esopo 78

Κάμηλος ⟨ἀφοδεύσασα ἐν ποταμῷ⟩.

Διέβαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· “Τί τοῦτο; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα.”

[Ὅτι] ἐν πόλει ⟨ἐν⟩ ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος.

Referência do texto grego (Chambry 144.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.261.

Esopo 79

Κάμηλος καὶ Ζεύς.

Κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ, ἐβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.

Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.

Referência do texto grego (Chambry 147.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.263. 

Esopo 80

Κάμηλος τὸ πρῶτον ὀφθείς.

Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς δέ, χρόνου προιόντος, συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάρρησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει, εἰς τοῦτο καταφρονήσεως ἦλθον ὥστε καὶ χαλινὸν αὐτῇ περιθέντες παισὶν ἐλαύνειν αὐτὴν ἔδωκαν.

Ὁ λόγος δηλοῖ ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.

Referência do texto grego (Chambry 149.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.265. 

Esopo 81

Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος.

Τῶν ἀλόγων ζῴων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ μὴ χοιρίδιον, ὃ δέδοικεν, ἡμῖν ἐπιτιθῆται.

Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.

Referência do texto grego (Chambry 146.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.262.