Esopo 212

Λέων καὶ ὄνος καὶ ἀλώπηξ.

Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν εἰς ἀλλήλους σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. Πολλὴν δὲ αὐτῶν συλλαβόντων, ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. Τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος, ὁ λέων ἀγανακτήσας ἁλλόμενος κατεθοινήσατο καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. Ἡ δε πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπολιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. Ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν, ἡ ἀλώπηξ εἶπεν· ” Ἡ τοῦ ὄνου συμφορά.”

Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

Referência do texto grego (Chambry 210)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.347-348. 

Esopo 213

Λέων καὶ ἀλώπηξ καὶ ἔλαφος.

Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· “Εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα ἄγε εἰς ἐμὰς χεῖρας · ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας.” Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις · προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη· “Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι· νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. Ἐβουλεύετο οὖν ποῖον τῶν θηρίων μετ’ αὐτὸν βασιλεύσει. Ἔφη δὲ ὅτι σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρός, πάρδαλις δὲ θυμώδης, τίγρις ἀλαζών· ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. Καὶ τί σοι τὰ πολλὰ λέγω; ἐκυρώθης βασιλεύειν. Τί μοι ἔσται πρώτῃ σοι εἰπούσῃ; Ἀλλ’ εὖξαί μοι σπευδούσῃ, μὴ πάλιν με ζητήσῃ· χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. Εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃς, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ.” Οὕτως εἶπεν ἡ ἀλώπηξ. Τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γινώσκουσα τὸ μέλλον. Ὁ λέων δὲ ἐφορμήσας αὐτῇ ἐν σπουδῇ τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. Καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν. Ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξεν· λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. Ἡ δὲ εἶπεν· “Χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ’ ὅμως ὑπουργήσω σοι.” Καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας · ποιμένας δὲ ἐπηρώτα εἰ εἶδον ἔλαφον ᾑμαγμένην. Οἱ δὲ ἔδειξαν ἐν τῇ ὕλῃ. Εὗρε δὲ αὐτὴν καταψυχομένην, καὶ ἔστη ἀναιδῶς. Ἡ δὲ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν· ” Ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰ δὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποιεῖ βασιλεῖς καὶ ἐρέθιζε.” Ἡ δὲ εἶπεν· “Οὕτως ἄνανδρος εἶ καὶ δειλή; Οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις ; Ὁ μὲν λέων τοῦ ὠτὸς κρατήσας ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας ὡς ἀποθνῄσκων· σὺ δὲ οὐδὲ κνίσμα χειρὸς ἀρρώστου ὑπέστης. Καὶ νῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι· οἴμοι, πονηρὸν δεσπότην. Ἀλλ’ ἐλθὲ καὶ μηδὲν πτοηθῇς καὶ γενοῦ ὡς πρόβατον. Ὄμνυμι γάρ σοι εἰς τὰ φύλλα πάντα καὶ πηγὰς μηδὲν κακὸν παθεῖν παρὰ τοῦ λέοντος · ἐγὼ δὲ μόνῃ σοι δουλεύσω.” Οὕτως ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. Ἐπεὶ δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε, πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα αὐτῆς καταπίνων. Ἡ δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα· καρδίαν δὲ ἐκπεσοῦσαν ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα. Ὁ δὲ λέων ἅπαντα ἐρευνήσας μόνην καρδίαν ἐπεζήτει. Ἀλώπηξ δὲ μηκόθεν σταθεῖσα ἔφη· “Αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχεν· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν.”

Ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπινον νοῦν ἐπιθολοῖ καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ.

Referência do texto grego (Chambry 200)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.332-334. 

Esopo 214

Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας. 

Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. “ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοβοῦμαι.” Καὶ ὁ Προμηθεὺς ἔφη· “Τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.” Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· “Τί πάσχεις ; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς ; ” Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος · ” Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; ἢν εἰσδύνῃ μου τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.” Καὶ ὁ λέων· “Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών;”

Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοβεῖν.

Referência do texto grego (Chambry 211)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.350. 

Esopo 215

Λέων ⟨μῦν φοβηθεὶς⟩ καὶ ἀλώπηξ.

Λέοντος κοιμωμένου μῦς τὸ σῶμα διέδραμεν. Ὁ δὲ ἐξαναστὰς πανταχόθεν περιειλίττετο ζητῶν τὸν προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὢν μῦν ηὐλαβήθη. Καὶ ὃς ἀπεκρίνατο· “Οὐ τὸν μῦν ἐφοβήθην, ἐθαύμασα δὲ εἴ τις λέοντος κοιμωμένου τὸ σῶμα ἐπιδραμεῖν ἐτόλμησεν.”

Ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.

Referência do texto grego (Chambry 214.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.354. 

Esopo 216

Λέοντος βασιλεία.

Λέων τις ἐβασίλευσεν οὐχὶ θυμώδης, οὐδὲ ὠμός, οὐδὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἄνθρωπος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζῴων δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ. Ὁ πτὼξ δὲ ἔφη· ” Πολλὰ ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ εὐτελῆ φανῶσιν.”

Ὅτι δικαιοσύνης ἐν πόλει οὔσης καὶ δικαίως πάντων δικαζόντων, καὶ οἱ εὐτελεῖς ἀταράχως βιοῦσιν.

Referência do texto grego (Chambry 196)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.324. 

Esopo 217

Ἀλώπηξ καὶ Λέων

Ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου στᾶσα ἐγγὺς, δεινῶς αὐτὸν ὕβριζεν. Ὁ δὲ λέων ἔφη πρὸς αὐτήν· ” οὐ σύ με καθυβρίζεις, ἀλλ’ ἡ προσπεσοῦσά μοι ἀτυχία.”

Ὁ μῦθος οὗτος δηλοῖ, ὡς πολλοὶ τῶν ἐνδόξων, δυσπραγίαις περιπίπτοντες, ὑπ’ εὐτελῶν ἐξουθενοῦνται.

Referência do texto grego (Halm 40):
HALM, Karl (ed.). Aisōpeiōn mythōn synagōgē / Fabulae Aesopicae Collectae. Leipzig: Teubner, 1872, p. 20.  Edição digital disponível na Perseus Digital Library, com correções incidentais. URL: https://cts.perseids.org/read/greekLit/tlg0096/tlg002/First1K-grc1. Acesso em 24.apr.2023.

Esopo 218

Λέων ⟨ἐγκλεισθεὶς⟩ καὶ γεωργός.

Λέων εἰς γεωργοῦ ἔπαυλιν εἰσῆλθεν. Ὁ δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. Καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν. Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· ” Ἀλλὰ σύ γε δίκαια πέπονθας · τί γὰρ τοῦτον συγκλεῖσαι ἐβούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν;”

Οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν.

Referência do texto grego (Chambry 198)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.328-329. 

Esopo 219

Λέων ⟨γηράσας⟩ καὶ ἀλώπηξ.

Λέων γηράσας καὶ μὴ δυνάμενος δι’ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι’ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμβάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄποθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ πῶς ἔχοι. Τοῦ δὲ εἰπόντος · “Κακῶς,” καὶ τὴν αἰτίαν ἐρομένου δι’ ἣν οὐκ εἴσεισιν, ἔφη· ” Ἀλλ’ ἔγωγε εἰσῆλθον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός.”

Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

Referência do texto grego (Chambry 197.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.325. 

Esopo 220

Λέαινα καὶ ἀλώπηξ.

Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· ” Ἕνα, ἔφη, ἀλλὰ λέοντα.”

Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.

Referência do texto grego (Chambry 195)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.322-323. 

Esopo 221

Λαγωὸς καὶ ἀλώπηξ.

    Ὁ λαγωὸς τῇ ἀλώπεκι· ” Ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν;” Ἡ δὲ ἀλώπηξ· “Εἰ ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε.”  Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι. Ὁ δὲ λαγωὸς ἔφη· “Σὺν κακῷ μέν, ἀλλ’ ἔμαθόν σου τὸ ὄνομα πόθεν ἐστί, οὐκ ἀπὸ τοῦ κερδαίνειν, ἀλλ’ ἀπὸ τοῦ δολοῦν.”

Ὅτι τοῖς περιέργοις πολλάκις μέγιστον κακὸν συνέβη κακῶς τῇ περιεργείᾳ χρωμένοις.

Referência do texto grego (Chambry 193)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.321-322.