Esopo 242

Λύκοι καὶ κύνες ⟨ἀλλήλοις πολεμοῦντες⟩.

Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα. Κύων δὲ Ἕλλην ᾑρέθη στρατηγὸς κυσίν. Οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν· οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. Ὁ δὲ εἶπεν· “Οἴδατε τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δὲ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ πάντων οὐκ ἔστι μία καὶ ἴση, ἀλλ’ οἱ μὲν μέλανες, οἱ δὲ πυρροί, οἱ δὲ λευκοὶ καὶ τεφρώδεις. Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων;”

Ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται.

Referência do texto grego (Chambry 216)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.356. 

Esopo 243

Λύκοι καὶ πρόβατα.

Λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάττοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. Καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρ’ αὐτῶν τοὺς κύνας, λέγοντες ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσιν, καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται. Τὰ δὲ πρόβατα μὴ προϊδόμενα τὸ μέλλον ἐξέδωκαν αὐτούς, καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως καὶ τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν.   

Οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημαγωγοὺς ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.

Referência do texto grego (Chambry 218)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.358. 

Esopo 244

Λύκοι καὶ πρόβατα καὶ κριός.

Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις εἰρήνην ποιῆσαι μετ’ αὐτῶν διηνεκῇ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι. Ἀλλά τις γέρων κριὸς εἶπεν· “Πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι;”

Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι’ ὅρκων πεισθέντα.

Referência do texto grego (Chambry 219)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.358-359. 

Esopo 245

Πιθήκου παῖδες.

Τοὺς πιθήκους φασὶ δύο τίκτειν καὶ τὸ μὲν ἓν τῶν γεννημάτων στέργειν καὶ μετ’ ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. Συμβαίνει δὲ κατά τινα θείαν τύχην τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ στερρῶς ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι.

Ὁ λόγος δηλοῖ ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκε.

Referência do texto grego (Chambry 308.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.497-498.

Esopo 246

Πίθηκος καὶ κάμηλος.

Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχήσαστο. Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ὑποσημαινομένου, κάμηλος φθονήσασα ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι. Πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης, τὰ ζῷα ἀγανακτήσαντα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν.

Πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους ὁ λόγος εὔκαιρος.

Referência do texto grego (Chambry 307)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.496-497.

Esopo 247

Πίθηκος καὶ ἁλιεῖς.

Πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετηρεῖτο τὰ ὑπ’ αὐτῶν πραττόμενα. Ὡς δὴ ἐκείνων τὴν σαγήνην ἀνασπάσαντες,  μικρὸν ἄποθεν ἠρίστων, ὁ πίθηκος καταβὰς ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον. Ἐφαψάμενος δὲ τῶν δικτύων, ὡς συνελήφθη,  ἔφη πρὸς ἑαυτόν· ” Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν;”

Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστιν.

Referência do texto grego (Chambry 305.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.493.

Esopo 248

Ἀλώπηξ καὶ πίθηκος ⟨βασιλεὺς αἱρεθείς⟩.

Ἐν συνόδῳ τῶν ἀλόγων ζῷων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπʼ αὐτῶν ἐχειροτονήθη. Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα, ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαμβάνειν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆ πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· ” Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζῷων βασιλεύεις; ”    

Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.

Referência do texto grego (Chambry 38.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.95. Edição digital disponível na Perseus Digital Library, com correções incidentais. DOI: https://doi.org/10.5281/zenodo.5090923. Acesso em 24.apr.2023.

Esopo 249

⟨Περὶ οἰκοδεσπότου⟩.

Οἰκοδεσπότης τίς ποτε πλέων εἰς θάλασσαν ἐκοπία ὑπὸ χειμῶνα, καὶ οἱ ναῦται ἀσθενέστερον ὑπηρέτουν διὰ τὸν χειμῶνα· οἷς ὁ ἄνθρωπος εἶπεν˙ “Ὑμεῖς, φησίν, εἰ μὴ τοῦτο τὸ πλοῖον ταχύτερον ἄγετε, λίθοις ὑμᾶς κατα<βα>λῶ”. Τότε εἷς ἐξ αὐτῶν εἶπεν˙ ” Ὤφελον γάρ <ἐν> ἐκείνῳ τῷ τόπῳ ἦμεν, ὅπου λίθοι συλλεγῆναι δύνανται.” 

Τούτῳ οὖν ὁμοῖα τὰς ψυχὰς ἡμῶν βαστάζειν ὀφείλομεν τὰς κουφοτέρας ζημίας, ἵνα τὰς βαρυτέρας ἐκφύγωμεν.

Referência do texto grego: Pseudo-Dositeu, 4
Disponível, com correções incidentais, em https://digiliblt.uniupo.it/xtf/view?docId=dlt000160/dlt000160.xml;chunk.id=d1542e9899;toc.depth=1;toc.id=d1542e9650;brand=default
Acesso em 17 jun 2023

Esopo 250

Ἀνὴρ καὶ γυνὴ 〈ἀργαλέα〉.

Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς οἰκείους λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. Τῆς δὲ εἰπούσης· ” Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο “, ἔφη πρὸς αὐτήν· ” Ἀλλʼ ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἱ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες; “

Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.

Referência do texto grego (Chambry 49.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.114. Edição digital disponível na Perseus Digital Library, com correções incidentais. DOI: https://doi.org/10.5281/zenodo.5090923. Acesso em 24.apr.2023.

Esopo 251

Ἰατρὸς ⟨ἄτεχνος⟩. 

Ἰατρὸς ἦν ἄτεχνος. Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· τὴν αὔριον γὰρ οὐκ ὑπερβήσῃ. Ταῦτα εἰπὼν ὑπεχώρησε. Μετὰ χρόνον δέ τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαίνων. Ὁ δὲ ἰατρὸς συναντήσας αὐτῷ· “Χαῖρε”, ἔφη· “πῶς ἔχουσιν οἱ κάτω;” Κἀκεῖνος εἶπεν· ” Ἠρεμοῦσι πιόντες τὸ τῆς Λήθης ὕδωρ. Πρὸ ὀλίγου δὲ ὁ Θάνατος καὶ ὁ Ἅιδης δεινῶς ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν, καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ’ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεβλήθης.”    

[Ὅτι] τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει.

Referência do texto grego (Chambry 134.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.243. Edição digital disponível na Perseus Digital Library, com correções incidentais. DOI: https://doi.org/10.5281/zenodo.5090923. Acesso em 24.apr.2023.