Παῖς κλέπτης καὶ μήτηρ.
Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ἀνελόμενος τῇ μητρὶ ἐκόμισε. Τῆς δὲ οὐ μόνον αὐτὸν οὐκ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ, καὶ ἔτι μᾶλλον ἐκείνη ἀπεδέξατο. Προϊὼν δὲ τοῖς χρόνοις ὁ νεανίας ἐπὶ τὰ μείζονα ἐχώρει. Ληφθεὶς δέ ποτε καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, ὁ νεανίας εἶπεν· ” Θέλω τι εἰπεῖν τῇ μητρί μου εἰς τὸ οὖς .” Τῆς δὲ προσελθούσης ταχέως, ἐπελάβετο τοῦ ὠτὸς αὐτῆς καὶ ἀπέκοψε. Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεβῆ, ἐκεῖνος ἔφη· “Ἀλλὰ τότε ὅτε σοὶ πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην.”
Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει.
Referência do texto grego (Chambry 297.2)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.480-481.