Ψύλλα καὶ ἄνθρωπος.
Ψύλλα δέ ποτέ τινι πολλὰ ἠνώχλει.
Καὶ δὴ συλλαβών· “Τίς εἶ σύ”, ἀνεβόα,
“ὅτι πάντα μου μέλη κατεβοσκήσω
εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων;”
Ἡ δὲ ἐβόα· “Οὕτως ζῶμεν, μὴ κτείνῃς ·
μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι.”
Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·
“Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις ·
ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα
οὐδ’ ὅλως πρέπει καθόλου που φυῆναι.”
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.
Referência do texto grego (Chambry 358)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.564.