Ψύλλα καὶ Βοῦς.
Ψύλλα δήποτε τὸν βοῦν οὕτως ἠρώτα· ” τί δὴ παθών ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, ἐμοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης, καὶ τὸ αἷμα χανδὸν πινούσης;” Καὶ ὅς· “οὐκ ἄχαρις ἔσομαι” φησὶ “μερόπων γένει· στέργομαι γὰρ παρ’ αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, τρίβομαί τε συχνῶς μέτωπόν τε καὶ ὤμους.” Ἡ δὲ· “ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος μόρος, ὅτε καὶ τύχῃ, συμβαίνει.”
Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.
Referência do texto grego (Halm 426):
HALM, Karl (ed.). Aisōpeiōn mythōn synagōgē / Fabulae Aesopicae Collectae. Leipzig: Teubner, 1872, p. 206. Edição digital disponível na Perseus Digital Library, com correções incidentais. URL: https://cts.perseids.org/read/greekLit/tlg0096/tlg002/First1K-grc1. Acesso em 24.apr.2023.