Esopo 97

Ἀνὴρ καὶ Κύκλωψ.

Ἀνήρ τις τῶν εὐλαβῶν τυγχάνων [τάχα], καὶ τοῖς πρακτέοις σεμνὸς, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει ἐσχάτῃ, καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν, ἐβλασφήμει τὸ θεῖον, καὶ ἑαυτὸν ἀνελεῖν ἀπηναγκάζετο. Λαβὼν οὖν σπάθην, ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει, θανεῖν μᾶλλον αἱρετισάμενος, ἤπερ κακῶς ζῆν. Πορευόμενος δὲ λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκὼς, ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγανταίων ἀπετέθειτο, ᾧ Κύκλωψ τὸ ὄνομα. Ἰδὼν δὲ ὁ [δῆθεν] εὐλαβὴς ἀνὴρ τὸ χρυσίον, φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτοῦ ἐπανέρχεται. Εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθών, καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκὼς, ἀντʼ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἐωρακὼς, αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο.

Ὁ μῦθος οὗτος δηλοῖ, ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως ἐπισυμβαίνει τὰ φαῦλα· τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.

Referência do texto grego (Halm 53):
HALM, Karl (ed.). Aisōpeiōn mythōn synagōgē / Fabulae Aesopicae Collectae. Leipzig: Teubner, 1872, p. 26-27.  Edição digital disponível na Perseus Digital Library, com correções incidentais. URL: https://cts.perseids.org/read/greekLit/tlg0096/tlg002/First1K-grc1. Acesso em 24.apr.2023.

Deixe um comentário