Esopo 92

Οὐρὰ καὶ μέλη ὄφεως.

Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. Τὰ δὲ λοιπὰ μέλη ἔλεγον·  “Πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῷα;” Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. Ἠ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα͵ ἕως, εἷς βάραθρον πετρῶν ἐνεχθεῖσης, {ὁ ὄφις ) τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἐπλήγη. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν λέγουσα· “Σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς γὰρ κακῆς ἔριδος ἐπειράθην.”

Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ μῦθος ἐλέγχει.

Referência do texto grego (Chambry 289.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.469.

Deixe um comentário