Esopo 42

Ὄνος νομιζόμενος λέων εἶναι.

Ὄνος δορὰν λέοντος ἐπενδυθεὶς λέων ἐνομίζετο πᾶσιν, καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε δὴ πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον.

Ὅτι πένης καὶ ἰδιώτης ὢν μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε καταγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γὰρ ξένον ἀνοίκειον.

Referência do texto grego (Chambry 280.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.453-454. 

Esopo 43

Ὄνος ⟨ἐνδυσάμενος λεοντῆν⟩ καὶ ἀλώπηξ.

Ὄνος ἐνδυσάμενος λέοντος δορὰν περιῄει ἐκφοβῶν τὰ ἄλογα ζῷα. Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· ” Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα.”

Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

Referência do texto grego (Chambry 268)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.438-439. 

Esopo 44

Ὄνος ἅλας βαστάζων.

Ὄνος ἅλας ἔχων ποταμὸν διέβαινεν. ᾿Ολισθήσας δέ, ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἅλατος, κουφότερος ἐξανέστη. Ἡσθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος κατά τινα ποταμὸν ἐγένετο, ᾠήθη ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται, καὶ δὴ ἑκὼν ὤλισθε. Συνέβη δὲ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυνάμενον ἐξαναστῆναι ἐνταῦθα ἀποπνιγῆναι.

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι διὰ τὰς ἰδίας ἐπινοίας λανθάνουσιν εἰς συμφορὰς ἐνσειόμενοι.

Referência do texto grego (Chambry 266.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.435-436. 

Esopo 45

Ὄνος βαστάζων ἄγαλμα.

Ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἤλαυνεν εἰς ἄστυ. Τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαβὼν ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό τε καὶ οὐκέτι περαιτέρω προϊέναι ἐβούλετο. Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· ” Ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ ἀνθρώπων προσκυνεῖσθαι.”

Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν.

Referência do texto grego (Chambry 267.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.437-438. 

Esopo 46

Ὄνος ⟨παλιούρους ἐσθίων⟩ καὶ ἀλώπηξ.

Ὄνος παλιούρων ἤσθιεν ὀξείην χαίτην.

Τὸν δ’ εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’ εἰρήκει·

“Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ

σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις ;”

Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.

Referência do texto grego (Chambry 281.2)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.455. 

Esopo 47

Ὄνος ἵππον μακαρίζων.

Ὄνος τὸν ἵππον ἐμακάριζε διὰ τὴν τροφὴν καὶ τὴν θεραπείαν· ἑαυτὸν δὲ ἐταλάνιζε καὶ τὴν ἑαυτοῦ τύχην, ὅτι ἀχθοφορεῖ καὶ ὀλίγη αὐτῷ ἐστιν ἡ τροφή, ὁ δὲ ἵππος κεκοσμημένος τῷ χαλινῷ καὶ προμετωπιδίοις καὶ κοῦφος αὐτῷ ὁ δρόμος. Ταῦτα τοῦ ὄνου λογιζομένου, ἐπέστη πολέμου καιρός· καὶ ὁ στρατιώτης μετὰ τῶν ὅπλων ἐπέβη τοῦ ἵππου, καὶ μέσον τῶν πολεμίων εἰσίει· καὶ ὁ ἵππος μέσος τοῖς ξίφεσιν ἔκειτο τραυματίας καὶ ψυχορραγῶν. Μετεβάλλετο δὲ τὴν γνώμην ὁ ὄνος καὶ τὸν ἵππον ἠλέησεν.

Ὅτι τοὺς πλουσίους καὶ τοὺς ἐν ταῖς ἀρχαῖς οὐ δεῖ ζηλοῦν, ἀλλὰ τὸν κατ’ ἐκείνους φθόνον καὶ κίνδυνον λογισαμένους ἀγαπᾶν πενίαν, ἡσυχίας μητέρα.

Referência do texto grego (Chambry 269.3)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.441. 

Esopo 48

Ὄνος ἄγριος καὶ ὄνος ἥμερος.

Ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν· ” Ἀλλ’ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις.”

Οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη.

Referência do texto grego (Chambry 265)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.434-435. 

Esopo 49

Ὄνος καὶ ἀλώπηξ καὶ λέων.

Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. Λέοντος δὲ περιτυχόντος αὐτοῖς, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι, ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται. Τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος, προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαβεν, εἶθ’ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.

Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες.

Referência do texto grego (Chambry 271)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.443. 

Esopo 50

Ὄνος καὶ κόραξ καὶ λύκος.

Ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο. Κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτό τε καὶ ἐσκίρτα. Τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἑστῶτος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο καὶ πρὸς ἑαυτὸν ἔφη· ” Ἄθλιοι ἡμεῖς, οἵ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτους δὲ καὶ προσιόντας προσγελῶσιν.”

Ὁ λόγος δηλοῖ ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων [καὶ ἐξ αὐτῶν τῶν προσώπων] καὶ ἐξ ἀπροόπτου δῆλοί εἰσιν.

Referência do texto grego (Chambry 275)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.448-449. 

Esopo 51

Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων.

Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. Λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν καταθοινήσασθαι. Παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ πτύρεσθαι τοὺς λέοντας πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς ) εἰς φύγην ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ’ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. Ὁ δέ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν.

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς αὑτῶν ἐχθροὺς ὁρῶντες καὶ διὰ τοῦτο  καταθρασυνόμενοι  λανθάνουσιν ὑπ’ αὐτῶν ἀναλισκόμενοι.

Referência do texto grego (Chambry 270.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.441-442.