Esopo 222

Λαγωὸς καὶ ἀλώπηξ

Λαγωός τις ἐδίψα καὶ ἐν φρέατι κατῆλθε τοῦ ὕδωρ πιεῖν, ἀφ’ οὗ καὶ πολὺ ἐπεπώκει. Ὅτε δὲ ἐκεῖθεν ἀνελθεῖν ἔμελλεν, ἀμηχανίᾳ συνεσχέθη περὶ τὴν ἄνοδον, καὶ τὰ μέγιστα ἠθύμει. Ἀλώπηξ δὲ ἐλθοῦσα κἀκεῖσε τοῦτον εὑροῦσα, ἔφη πρὸς αὐτόν· “Μεγάλως ὄντως ἐσφάλης · πρότερον γὰρ ὤφειλες βουλεύσασθαι, πῶς ἔσται σοι τοῦ φρέατος ἀνελθεῖν, καὶ εἶθ’ οὕτως ἐν αὐτῷ κατελθεῖν.”

Οὗτος ὁ μῦθος ἐλέγχει τοὺς αὐτοβούλως πράττοντας, καὶ μὴ πρότερον συμβουλευομένους.

Referência do texto grego (Coraes 4.3 p. 283):
KORAES, Adamantios. Mython Aisopeion synagogé. En Parisiois, ek tes tipographias I.M.Eberartou. 1810. Edição digital disponível em https://babel.hathitrust.org/cgi/pt?id=mdp.39015066969307&view=1up&seq=1. Acesso em 24 may 2023.

Esopo 223

Λαγωοὶ καὶ βάτραχοι.

Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. Αἱ δὲ ἔφησαν· ” Ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε.”

Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι.

Referência do texto grego (Chambry 191.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.317. 

Esopo 224

Λαγωοὶ καὶ βάτραχοι. 

Λαγωοὶ καταγνόντες τῆς ἑαυτῶν δειλίας ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας αὑτοὺς εἰς τὰ βαθῆ τῆς λίμνης ἐδίδοσαν. Εἶς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς αὐτούς · ” Ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοῦ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῷα.”

Οὕτω καὶ τοῖς ἀνθρώποις αἱ τῶν ἄλλων συμφοραὶ τῶν ἰδίων δυστυχημάτων παραμυθίαι γίνονται.

Referência do texto grego (Chambry 192.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.318. 

Esopo 225

Δέλφαξ καὶ πρόβατα.

Ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτόν, ἐκεκράγει τε καὶ ἀντέτεινε. Τῶν δὲ προβάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· ” Ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει καὶ οὐ κράζομεν”, ἔφη πρὸς ταῦτα· ” Ἀλλ’ οὐχ ὅμοιά γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα.”

Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλὰ περὶ σωτηρίας.

Referência do texto grego (Chambry 94.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.193-194. Edição digital disponível na Perseus Digital Library, com correções incidentais. DOI: https://doi.org/10.5281/zenodo.5090923. Acesso em 24.apr.2023.

Esopo 226

Ξυλευόμενος καὶ Ἑρμῆς.

Ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν πέλεκυν ἀπέβαλε· τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, καθήμενος ἐπὶ τῆς ὄχθης ὠδύρετο, μέχρις οὗ ὁ Ἑρμῆς ἐλεήσας αὐτὸν ἧκε. Καὶ μαθὼν παρ’ αὐτοῦ τὴν αἰτίαν δι’ ἣν ἔκλαιε, τὸ μὲν πρῶτον καταβὰς χρυσοῦν αὐτῷ πέλεκυν ἀνήνεγκε καὶ ἐπυνθάνετο εἰ οὗτος αὐτοῦ εἴη. Τοῦ δὲ εἰπόντος μὴ τοῦτον εἶναι, ἐκ δευτέρου ἀργυροῦν ἀνήνεγκε καὶ πάλιν ἀνηρώτα εἰ τοῦτον ἀπέβαλεν. Ἀρνησαμένου δὲ αὐτοῦ, τὸ τρίτον τὴν ἰδίαν ἀξίνην ἀνεκόμισε. Τοῦ δὲ ἐπιγνόντος, ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην πάσας αὐτῷ ἐχαρίσατο. Καὶ ὃς ἐπανελόμενος, ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. Τῶν δέ τις ἐποφθαλμιάσας ἐβουλήθη καὶ αὐτὸς τῶν ἴσων περιγενέσθαι. Διόπερ ἀναλαβὼν πέλεκυν παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν καὶ ξυλευόμενος ἐπίτηδες τὴν ἀξίνην εἰς τὰς δίνας ἀφῆκε καθεζόμενός τε ἔκλαιεν. Ἑρμοῦ δὲ ἐπιφανέντος καὶ πυνθανομένου τί τὸ συμβεβηκὸς εἴη, ἔλεγε τὴν τοῦ πελέκεως ἀπώλειαν. Τοῦ δὲ χρυσοῦν αὐτῷ ἀνενεγκόντος καὶ διερωτῶντος εἰ τοῦτον ἀπολώλεκεν, ὑπὸ τοῦ κέρδους ὑποφθὰς ἔφασκεν αὐτὸν εἶναι. Καὶ ὁ θεὸς αὐτῷ οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλ’ οὐδὲ τὸν ἴδιον πέλεκυν ἀποκατέστησεν.

Ὁ λόγος δηλοῖ ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναγωνίζεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

Referência do texto grego (Chambry 254.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.415-417. 

Esopo 227

Λύκος καὶ αἴξ.

Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνώδους ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω παρῄνει αὐτῇ καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων ὡς ἀμείνων ὁ παρ’ αὐτῷ λειμών ἐστι, ἐπεὶ καὶ ἡ πόα σφόδρα εὐανθής. Ἡ δὲ ἀπεκρίνατο πρὸς αὐτόν· “Ἀλλ’ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς.”

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ κακοῦργοι, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται ἀνόητοι τῶν τεχνασμάτων γίνονται.

Referência do texto grego (Chambry 221)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.359-360. 

Esopo 228

Λύκος καὶ ἐρωδιός.

Λύκος καταπιὼν ὀστοῦν περιῄει τὸν ἰασόμενον αὐτὸν ζητῶν. Περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐκβαλεῖν. Κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὴν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὡμολογημένον μισθὸν ἀπῄτει. Ὁ δὲ ὑποτυχὼν εἶπεν· ” Ὦ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σῴαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς ;”

Ὁ λόγος δηλοῖ ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιβὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ’ αὐτῶν.

Referência do texto grego (Chambry 225.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.366-367. 

Esopo 229

Λύκος ⟨κεκορεσμένος⟩ καὶ πρόβατον.

Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο πρόβατον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόβον πέπτωκε, προσελθὼν παρεθάρσυνεν αὐτό, λέγων ὡς, ἐὰν αὐτῷ τρεῖς λόγους ἀληθεῖς εἴπῃ, ἀπολύσει αὐτό. Τὸ δὲ ἀρξάμενον ἔλεγε πρῶτον μὲν μὴ βεβουλῆσθαι αὐτῷ περιτυχεῖν, δεύτερον δέ, εἰ ἄρα τοῦτο ἥμαρτε, τυφλῷ, τρίτον δὲ ὅτι ” κακοὶ κακὼς ἀπόλοισθε πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ’ ἡμῶν κακῶς πολεμεῖτε ἡμᾶς.” Καὶ ὁ λύκος ἀποδεξάμενος αὐτοῦ τὸ ἀψευδὲς ἀπέλυσεν αὐτό.

Ὁ λόγος δηλοῖ ὅτι πολλάκις ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.

Referência do texto grego (Chambry 231.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.378-379. 

Esopo 230

Λύκος καὶ γραῦς.

Λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. Ὡς δὲ ἐγένετο κατά τινα ἔπαυλιν, ἀκούσας γραὸς κλαυθμυριζομένῳ παιδὶ διαπειλούσης, ἐὰν μὴ παύσηται, βαλεῖν αὐτὸν λύκῳ, προσέμενεν οἰόμενος ἀληθεύειν αὐτήν. Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγίγνετο, ἀπαλλαττόμενος ἔφη πρὸς αὑτόν· Ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσι, ἄλλα δὲ ποιοῦσιν.

Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους οἳ τοῖς λόγοις οὐκ ἔχουσι τὰ ἔργα ἀκόλουθα.

Referência do texto grego (Chambry 224.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.363-364. 

Esopo 231

Λύκος καὶ κύων.

Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· ” Δήσας τίς σ’ ἐξέθρεψε τοῦτον;” Ὁ δὲ ἐφη· “Κυνηγός. − Ἀλλὰ τοῦτο μὴ πάθοι λύκος ἐμοὶ φίλος · λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης.”

Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.

Referência do texto grego (Chambry 227)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.369-370.