Esopo 252

Ἰατρὸς καὶ νοσῶν. 

Ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς “οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε.” Τούτων δέ τις ὑποτυχὼν ἔφη· ” Ὦ οὗτος, ἀλλ’ οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελος, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο.”

Ὁ λόγος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

Referência do texto grego (Chambry 135.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.244-245. Edição digital disponível na Perseus Digital Library, com correções incidentais. DOI: https://doi.org/10.5281/zenodo.5090923. Acesso em 24.apr.2023.

Esopo 253

Παιδίον ἐσθίον σπλάγχνα.

Βοῦν τινες ἐπ’ ἀγρῷ θύσαντες, τοὺς συγγενεῖς ἐκάλεσαν· ἐν δὲ τούτοις ἦν τις καὶ γυνὴ πενιχρὰ, μεθ’ ἧς καὶ ὁ παῖς εἰσῆλθε. Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχνων καὶ τοῦ  οἴνου, [ἐπειδὴ προειστιᾶτο,]  καὶ διαβασανιζόμενον, ἔλεγεν· ” Ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα.”  Ἡ  δὲ εἶπεν· “Οὐχὶ τὰ σὰ, τέκνον, ἃ δὲ κατέφαγες.”

Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται, ὡς οἴκοθεν προιέμενος.

Referência do texto grego (Chambry 293.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.472-473.

Esopo 254

Παῖς καὶ κόραξ.

Μαντευομένης τινὸς περὶ τοῦ ἑαυτῆς παιδὸς νηπίου ὄντος, οὗ μάντεις προέλεγον ὅτι ὑπὸ κόρακος ἀναιρεθήσεται. Διόπερ φοβουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε, φυλαττομένη μὴ ὑπὸ κόρακος ἀναιρεϑῇ. Καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὰς ἐπιτηδείους αὐτῷ τροφὰς παρεχομένη. Καί ποτε ἀνοιξάσης αὐτῆς καὶ τὸ πόμα ἐπιθείσης, ὁ παῖς ἀπροφυλάκτως παρέκυψεν. Οὕτω τε συνέβη τῆς λάρνακος τὸν κόρακα κατὰ τοῦ βρέγματος κατενεχθέντα ἀποκτεῖναι αὐτόν.

Referência do texto grego (Chambry 295)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.476.

Esopo 255

Παῖς καὶ Σκορπίος.

Παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. Πολλὰς δὲ συλλαβὼν, ὡς ἐθεάσατο σκορπίον, νομίσας ἀκρίδα εἶναι, κοιλάνας τὴν χεῖρα οἷός τε ἦν καταφέρειν αὐτοῦ. Καὶ ὃς τὸ κέντρον ἐπάρας ἔφη· “εἴθε γὰρ τοῦτο ποιήσειας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας, ταύτας ἀποβάλῃς.”

Ὁ λόγος διδάσκει ἡμᾶς, μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ πονηροῖς τὰ αὐτὰ προσφέρειν.

Referência do texto grego (Halm 350):
HALM, Karl (ed.). Aisōpeiōn mythōn synagōgē / Fabulae Aesopicae Collectae. Leipzig: Teubner, 1872, p. 172.  Edição digital disponível na Perseus Digital Library, com correções incidentais. URL: https://cts.perseids.org/read/greekLit/tlg0096/tlg002/First1K-grc1. Acesso em 24.apr.2023.

Esopo 256

Παῖς καὶ λέων ⟨γεγραμμένος⟩

Υἱόν τις μονογενῆ γέρων δειλὸς ἔχων γενναῖον καὶ κυνηγεῖν ἐφιέμενον, τοῦτον καθ’ ὕπνους εἶδεν ὑπὸ λέοντος θανατωθέντα. Φοβηθεὶς δὲ μὴ ὕπαρ γένηται καὶ ἀληθεύσῃ ὁ ὄνειρος, οἴκημα κάλλιστον καὶ μετέωρον κατασκευάσας, ἐκεῖσε τὸν υἱὸν παρεφύλαττε. ᾿Εζωγράφησε δὲ καὶ τὸ οἴκημα πρὸς τέρψιν παντοίοις ζῴοις, ἐν οἷς καὶ λέων ἐμορφώθη. Ὁ δὲ ταῦτα μᾶλλον ὁρῶν πλείω τὴν λύπην εἶχε. Καὶ δήποτε πλησίον τοῦ λέοντος στάς · ” Ὦ κάκιστον θηρίον, εἶπε, διὰ σὲ καὶ τὸν ψεύστην ὄνειρον τοῦ ἐμοῦ πατρὸς γυναικείᾳ ἐνεκλείσθην φρουρᾷ· τί σοι ποιήσω; ”  Καὶ εἰπὼν ἐπέβαλε τὴν χεῖρα τῷ τοίχῳ ὡς τυφλώσων τὸν λέοντα. Σκόλοψ δὲ τῷ ὄνυχι αὐτοῦ ὑπεισδὺς ἄλγημα ὀξὺ καὶ φλεγμονὴν μέχρι βουβώνων εἰργάσατο· πυρετός τε ἐπὶ τούτοις ἀνάψας τὸν παῖδα θᾶττον τοῦ βίου ὑπεξήγαγεν. Ὁ δὲ λέων καίπερ γραπτὸς ὢν τοῦτον ἀνῃρήκει, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

Ὅτι ἃ δὴ μέλλει συμβαίνειν τινί, ἐγκαρτερείτω τούτοις γενναίως καὶ μὴ σοφιζέσθω· οὐ γὰρ ἐκφεύξεται.

Referência do texto grego (Chambry 296.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.477.

Esopo 257

Παῖς κλέπτης καὶ μήτηρ.

Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ἀνελόμενος τῇ μητρὶ ἐκόμισε. Τῆς δὲ οὐ μόνον αὐτὸν οὐκ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ, καὶ ἔτι μᾶλλον ἐκείνη ἀπεδέξατο. Προϊὼν δὲ τοῖς χρόνοις ὁ νεανίας ἐπὶ τὰ μείζονα ἐχώρει. Ληφθεὶς δέ ποτε καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, ὁ νεανίας εἶπεν· ” Θέλω τι εἰπεῖν τῇ μητρί μου εἰς τὸ οὖς .” Τῆς δὲ προσελθούσης ταχέως, ἐπελάβετο τοῦ ὠτὸς αὐτῆς καὶ ἀπέκοψε. Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεβῆ, ἐκεῖνος ἔφη· “Ἀλλὰ τότε ὅτε σοὶ πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην.”

Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει.

Referência do texto grego (Chambry 297.2)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.480-481.

Esopo 258

Παῖς λουόμενος.

Παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. ᾿Ιδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει. Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. Τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν· ” Ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ.”

Ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ ἑαυτῶν διδόντας ἀδικεῖσθαι.

Referência do texto grego (Chambry 298.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.484.

Esopo 259

Ἰκτῖνος καὶ  ὄφις.

Ἰκτῖνος ὄφιν ἁρπάσας ἀπέπτατο. Ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι ⟨ἐκ⟩ τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· “Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠβούλου; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν.”

Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά.

Referência do texto grego (Chambry 136.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.246-247. Edição digital disponível na Perseus Digital Library, com correções incidentais. DOI: https://doi.org/10.5281/zenodo.5090923. Acesso em 24.apr.2023.

Esopo 260

Ἰκτῖνοι καὶ κύκνοι.

Μῦθος ὁ τῶν ἰκτίνων καὶ κύκνων παραινῶν μὴ μιμεῖσθαι τὰ μὴ προσήκοντα.

Ὅσην τοῖς κύκνοις ἡ φύσις ᾠδήν, τοσαύτην ἰκτίνοις παρέσχε τὸ πρότερον· ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες, εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς καὶ μιμεῖσθαι πειρώμενοι, συναποβάλλουσιν ἃ εἶχον, οἷς μαθεῖν ἐπετήδευον· χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντο.

Φέρει τῶν προσόντων τὴν στέρησιν ἡ τοῦ μὴ προσήκοντος μίμησις.

Referência do texto grego: Aftônio 3.
SBORDONE, Francesco. Recencioni retoriche delle favole esopiane. Rivista Indo-Greco-Italica, n.16 (fasc.3-4), 1932, p. 47.
Edição digital disponível no site da “Biblioteca nazionale centrale di Roma”: http://digitale.bnc.roma.sbn.it/tecadigitale/giornale/CFI0440916/1932/unico.
Acesso em 14 jun. 2023.

Esopo 261

Νυκτερὶς καὶ γαλαῖ.

Νυκτερὶς ἐπὶ τῆς γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη· μέλλουσα δὲ ἀναιρεῖσθαι παρεκάλει περὶ τῆς σωτηρίας. Τῆς δὲ λεγούσης ὡς οὐ δύναται αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πάντας πολεμεῖ πτηνούς, ἔφησεν αὑτὴν μὴ ὄρνεον εἶναι, ἀλλὰ μῦν, καὶ οὕτως ἀφείθη. Ὕστερον δὲ πεσοῦσα πάλιν καὶ συλληφθεῖσα ὑπὸ ἑτέρας γαλῆς ἐδεῖτο ὅπως μὴ θύσῃ αὐτήν. Τῆς δὲ εἰπούσης ἅπασι τοῖς μυσὶ διεχθραίνειν, ἔλεγεν ἑαυτὴν μὴ μῦν εἶναι, ἀλλὰ νυκτερίδα, καὶ πάλιν ἀπελύθη. Οὕτω τε συνέβη αὐτῇ δὶς ἐναλλαξαμένῃ τὸ ὄνομα τῆς σωτηρίας περιγενέσθαι.

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ μὴ ἀεὶ τοῖς αὐτοῖς ἐπιμένειν λογιζομένους ὅτι οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις καὶ τοὺς σφοδροὺς τῶν κινδύνων ἐκφεύγουσιν.

Referência do texto grego (Chambry 252.1)
CHAMBRY, Émile (ed.). Aesopi Fabulae. Paris: Société d’Édition “Les Belles Lettres”, 1925-1926, p.413-414.